Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.315 Joseph. AJ 7.319 (English) >>Joseph. AJ 7.322

7.317τοῦ δὲ θηρὸς ἀκούσας Ναβαῖος, ὥδευε γὰρ τότε, καὶ πρὸς τὴν βοὴν ἐλθών, καταβὰς εἰς τὸ στόμιον πλήξας αὐτὸν μαχόμενον τῷ μετὰ χεῖρας ξύλῳ παραχρῆμα ἀπέκτεινε. καὶ οἱ λοιποὶ δὲ τοιοῦτοι τὰς ἀρετὰς ὑπῆρχον. 7.318

δὲ βασιλεὺς Δαυίδης βουλόμενος γνῶναι πόσαι μυριάδες εἰσὶ τοῦ λαοῦ, τῶν Μωυσέος ἐντολῶν ἐκλαθόμενος, ὃς προεῖπεν ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος ὑπὲρ ἑκάστης κεφαλῆς αὐτοῦ τῷ θεῷ τελεῖν ἡμίσικλον, προσέταξεν Ἰωάβῳ τῷ στρατηγῷ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι. 7.319τοῦ δʼ οὐκ ἀναγκαῖον εἶναι φήσαντος τοῦτο ποιεῖν οὐκ ἐπείσθη, προσέταξε δὲ μηδὲν μελλήσαντα βαδίζειν ἐπὶ τὴν ἐξαρίθμησιν τῶν Ἑβραίων. Ἰώαβος δὲ τοὺς ἄρχοντας τῶν φυλῶν παραλαβὼν καὶ γραμματεῖς, ἐπιὼν τὴν τῶν Ἰσραηλιτῶν χώραν καὶ τὸ πλῆθος ὅσον ἐστὶ κατανοήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα μετὰ μῆνας ἐννέα καὶ ἡμέρας εἴκοσι καὶ τὸν ἀριθμὸν ἀπέδωκε τῷ βασιλεῖ τοῦ λαοῦ χωρὶς τῆς Βενιαμίτιδος φυλῆς· 7.320ἐξαριθμῆσαι γὰρ αὐτὴν οὐκ ἔφθασεν ἀλλʼ οὐδὲ τὴν Λευιτῶν φυλήν· μετενόησε γὰρ βασιλεὺς ὧν εἰς τὸν θεὸν ἥμαρτεν. ἦν δὲ τῶν ἄλλων Ἰσραηλιτῶν ἀριθμὸς ἐνενήκοντα μυριάδες ὅπλα βαστάζειν καὶ στρατεύεσθαι δυναμένων, δὲ Ἰούδα φυλὴ καθʼ ἑαυτὴν τεσσαράκοντα μυριάδες ἦσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.315 Joseph. AJ 7.319 (English) >>Joseph. AJ 7.322

Powered by PhiloLogic